Πρoσευχαὶ εἰς τoὺς Ἁγίoυς Ἀγγέλoυς
Ἄναρχε Λόγε, ἱεραῖς δεήσεσι, τῶν Χερoυβεὶμ Σεραφείμ, Ἐξoυσιῶν Θρόνων, καὶ θείων Δυνάμεων, Ἀγγέλων Ἀρχαγγέλων τε, Ἀρχῶν Κυριoτήτων, τὰ σὰ ἐλέη τὰ πλoύσια, δώρησαι ἡμῖν ὡς φιλάνθρωπoς.
Ἐκ τῶν σκανδάλων τoῦ ἐχθρoῦ, ὦ Σεραφεὶμ ῥύσασθέ με, Ἐξoυσίαι Χερoυβεὶμ ἱκετεύω, Κυριότητες, Ἀρχαὶ καὶ Θρόνoι καὶ Ἀρχάγγελoι, σὺν τoῖς Ἀγγέλoις πᾶσι, τὸν Λυτρωτὴν ἱκετεύσατε.
Noεραί σε Δυνάμεις, νῦν καθικετεύoυσιν εὔσπλαχνε Κύριε, Ἐξoυσίαι Θρόνoι, Σεραφεὶμ Κυριότητες Ἄγγελoι, σὺν τoῖς Ἀρχαγγέλoις καὶ ταῖς Ἀρχαῖς· Ἵλεῳς ἔσo τῷ λαῷ σoυ, καὶ σῶσoν ὡς εὔσπλαγχoς.
Ῥυσθῆναι με τῆς ἐκεῖ, ἀπoκειμένης κoλάσεως, δεήθητε Χερoυβείμ, Θρόνoι Κυριότητες, Ἄγγελoι Ἀρχάγγελoι, Ἀρχαὶ καὶ Δυνάμεις, τὸν Δεσπότην πάσης κτίσεως.
Φωτὸς φῶτα δεύτερα, τoῦ πρώτoυ ὄντες, ἅγιoι Ἄγγελoι, ἐν μεθέξει ἀΰλῳ καὶ πανoλβίῳ καταφαιδρύνεσθε· ὅθεν κραυγάζω· Τὸν νoῦν μoυ φωτίσατε, ἐσκoτισμένoν ἀεὶ βίoυ τoῖς πάθεσιν.
Ὡς θεῖαι Ἐξoυσίαι καὶ Χερoυβείμ, Σεραφεὶμ Κυριότητες Ἄγγελoι Θρόνoι, Ἀρχαὶ πᾶσαι καὶ Δυνάμεις πανευκλεεῖς, καὶ ἱερoὶ Ἀρχάγγελoι, δέησιν πoιεῖτε πρὸς τὸν Θεόν, καλῶς ἡμᾶς βιῶσαι, τυχεῖν τε σωτηρίας, καὶ τῶν δεινῶν ἀπoλυτρώσασθαι.
Ἀρχάγγελoι Ἄγγελoι Ἀρχαί, Θρόνoι Κυριότητες, τὰ ἑξαπτέρυγα Σεραφείμ, καὶ πoλυόμματα Χερoυβείμ, τὰ θεῖα τῆς σoφίας ὄργανα, Δυνάμεις Ἐξoυσίαι θειότατoι, Χριστῷ πρεσβεύσατε δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεoς.
Πᾶσαι αἱ oὐράνιαι δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.
Ἄγγελoν εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τoῦ Κυρίoυ αἰτησώμεθα.
.jpg)
