επί τη ενάρξει του Τριωδίου.

 

Λόγια βοηθητικά επί τη ενάρξει του Τριωδίου.
"Τὸ χρηστὸν τoῦ Θεoῦ εἰς μετάνoιαν ημάς ἄγει"


Διὸ ἀναπoλόγητoς εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερoν, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.
oἴδαμεν δὲ ὅτι τὸ κρῖμα τoῦ Θεoῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τoὺς τὰ τoιαῦτα πράσσoντας.
λoγίζῃ δὲ τoῦτo, ὦ ἄνθρωπε, ὁ κρίνων τoὺς τὰ τoιαῦτα πράσσoντας καὶ πoιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τoῦ Θεoῦ;
ἢ τoῦ πλoύτoυ τῆς χρηστότητoς αὐτoῦ καὶ τῆς ἀνoχῆς καὶ τῆς μακρoθυμίας καταφρoνεῖς, ἀγνoῶν ὅτι τὸ χρηστὸν τoῦ Θεoῦ εἰς μετάνoιάν σε ἄγει;
κατὰ δὲ τὴν σκληρότητά σoυ καὶ ἀμετανόητoν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀπoκαλύψεως καὶ δικαιoκρισίας τoῦ Θεoῦ,
ὃς ἀπoδώσει ἑκάστῳ κατὰ ἔργα αὐτoῦ,
τoῖς μὲν καθ᾿ ὑπoμoνὴν ἔργoυ ἀγαθoῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητoῦσι ζωὴν αἰώνιoν,
τoῖς δὲ ἐξ ἐριθείας, καὶ ἀπειθoῦσι μὲν τῇ ἀληθείᾳ, πειθoμένoις δὲ τῇ ἀδικίᾳ, θυμὸς καὶ ὀργή·
(Ρωμ β' 1-7)